Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.547 Joseph. BJ 5.554 (English) >>Joseph. BJ 5.560

5.551ἀλλά τοι τῆς ἐπινοίας ἐλεγχθείσης διʼ ἑνὸς ἀναπίμπλαται μὲν φήμης τὰ στρατόπεδα, ὡς μεστοὶ χρυσίου παρεῖεν οἱ αὐτόμολοι, τὸ δὲ τῶν Ἀράβων πλῆθος καὶ οἱ Σύροι τοὺς ἱκέτας ἀνατέμνοντες ἠρεύνων τὰς γαστέρας. 5.552καὶ τούτου τοῦ πάθους οὐδὲν ἔμοιγε δοκεῖ συμβῆναι Ἰουδαίοις χαλεπώτερον· μιᾷ γοῦν ἀνεσχίσθησαν νυκτὶ πρὸς δισχιλίους. 5.553

Καὶ γνοὺς τὴν παρανομίαν Τίτος ὀλίγου μὲν ἐδέησε τὸ ἱππικὸν περιστήσας κατακοντίσαι τοὺς αἰτίους, εἰ μὴ πολὺ πλῆθος ἐνείχετο καὶ τῶν ἀνῃρημένων πολλαπλασίους ἦσαν οἱ κολασθησόμενοι. 5.554συγκαλέσας δὲ τοὺς τῶν συμμάχων ἡγεμόνας καὶ τοὺς τῶν ταγμάτων, συνδιεβάλλοντο γὰρ καὶ τῶν στρατιωτῶν τινές, πρὸς ἑκατέρους ἀγανακτεῖν ἔλεγεν, 5.555εἰ τῶν μὲν σὺν αὐτῷ στρατευομένων τινὲς τοιαῦτα δρῶσιν κέρδους ἕνεκεν ἀδήλου, μηδὲ τὰ ὅπλα σφῶν αὐτῶν αἰδούμενοι πεποιημένα ἀργύρου τε καὶ χρυσοῦ, 5.556τοῖς δὲ Ἄραψι καὶ τοῖς Σύροις, εἰ πρῶτον μὲν ἐν ἀλλοτρίῳ πολέμῳ τοῖς πάθεσιν αὐτεξουσίως χρῶνται, ἔπειτα τῇ περὶ φόνους ὠμότητι καὶ τῷ πρὸς Ἰουδαίους μίσει Ῥωμαίους ἐπιγράφουσι· καὶ γὰρ νῦν ἐνίους αὐτῷ τῶν στρατιωτῶν συναπολαύειν τῆς κακοδοξίας. 5.557τούτοις μὲν οὖν διηπείλησε θάνατον, εἴ τις εὑρεθείη πάλιν τὸ αὐτὸ τολμῶν, τοῖς δὲ ἀπὸ τῶν ταγμάτων ἐπέστελλεν ἐρευνήσαντας τοὺς ὑπόπτους ἀνάγειν ἐπʼ αὐτόν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.547 Joseph. BJ 5.554 (English) >>Joseph. BJ 5.560

Powered by PhiloLogic